L'assoluta novità del messaggio cristiano

Inserito in Varie.

Ο λογος γαρ ο του σταυρου τοις μεν απολλυμενοις μωρια εστιν, τοις δε σωζομενοις ημιν δυναμις θεου. Γεγραπται γαρ, Απολω την σοφιαν των σοφων, και την συνεσιν των συνετων αθετησω. Που σοφος; που γραμματευς; που συζητητης του αιωνος τουτου; ουχι εμωρανεν ο θεος την σοφιαν του κοσμου; εστιν. Επειδη γαρ εν τη σοφια του θεου ουκ εγνω ο κοσμος δια της σοφιας τον θεον, ευδοκησεν ο θεος δια της μωριας του κηρυγματος σωσαι τους πιστευοντας. Επειδη και Ιουδαιοι σημεια αιτουσιν και Ελληνες σοφιαν ζητουσιν, ημεις δε κηρυσσομεν Χριστον εσταυρωμενον, Ιουδαιοις μεν σκανδαλον εθνεσιν δε μωριαν, αυτοις δε τοις κλητοις, Ιουδαιοις τε και Ελλησιν, Χριστον θεου δυναμιν και θεου σοφιαν οτι το μωρον του θεου σοφωτερον των ανθρωπων εστιν, και το ασθενες του θεου ισχυροτερον των ανθρωπων. Βλεπετε γαρ την κλησιν υμων, αδελφοι, οτι ου πολλοι σοφοι κατα σαρκα, ου πολλοι δυνατοι, ου πολλοι ευγενεις· αλλα τα μωρα του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τους σοφους, και τα ασθενη του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τα Ισχυρα, και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος, τα μη οντα, ινα τα οντα καταργηση, οπως μη καυχησηται πασα σαρξ ενωπιον του θεου.


La traduzione è visibile ai soli utenti Registrati

Seguici