Alessandro e Bucefalo

Inserito in Varie.

Εγενετο δε Αλεξανδρος ετων ιε, και εν μια των ημερων ετυχε διερχεσθαι αυτον εν τω τοπω, ενθα ην ο Βουκεφαλος ιππος εγκεκλησμενος, και ηκουσε χρεμετισμου φοβερου. Και επιστραφεις προς τους προπολους ειπεν· «Τις ουτος ο χρεμετισμος του ιππου;». Αποκριθεις δε ο Πτολεμαιος ο στραταρχης ειπεν· «Δεσποτα, ουτος εστιν ο Βυκεφαλος ιππος, ον ο πατηρ σου ενεκλεισε δια το ανθρωποφαγον αυτον ειναι». Ακουσας δε ο ιππος της Αλεξανδρου λαλιας εχρεμετισεν εκ δευτερου, ουχ ως παντοτε φοβερον αλλα μελιχρον και λιγυρον ως υπο θεου υποτασσομενος. Ως ουν ηγγισε τω καγγελλω Αλεξανδρος, ευθεως ο ιππος προετεινε τους εμπροσθιους ποδας τω Αλεξανδρω, και την γλωτταν αυτου προσχων αυτω υποφαινων τον ιδιον δεσποτην. Ο δε Αλεξανδρος θεασαμενος την θαυμαστην του ιππου προσοψιν και λειψανα πολλων ανθρωπων βιοθανατων υποκειμενα αυτω, παραγκωνισαμενος τους φυλακας του ιππου ηνοιξε το καγγελλον και δραξαμενος του τενοντος αυτου ηλατο αχαλινωτον και διηγε δια μεσης της πολεως Πελλης.


La traduzione è visibile ai soli utenti Registrati

Seguici