Sulla retta concezione degli dei

Inserito in Varie.

Της περι τους θεους ευσεβειας ισθι οτι το κυριωτατον εκεινο εστιν, ορθας υποληψεις περι αυτων εχειν ως οντων και διοικουντων τα ολα καλως και δικαιως και σαυτον εις τουτο κατατεταχεναι, το πειθεσθαι αυτοις και εικειν πασι τοις γινομενοις και ακολουθειν εκοντα ως υπο της αριστης γνωμης επιτελουμενοις. Ουτω γαρ ου μεμψη ποτε τους θεους ουτε εγκαλεσεις ως αμελουμενος. Αλλως δε ουχ οιον τε τουτο γινεσθαι, εαν μη αρης απο των ουκ εφ' ημιν και εν τοις εφ' ημιν μονοις θης το αγαθον και το κακον. Ως, αν γε τι εκεινων υπολαβης αγαθον η κακον, πασα αναγκη, οταν αποτυγχανης ων θελεις και περιπιπτης οις μη θελεις, μεμψασθαι σε και μισειν τους αιτιους.


La traduzione è visibile ai soli utenti Registrati

Seguici