Il Po

Inserito in Varie.

Ο μεν Παδος ποταμος, υπο δε των ποιητων Ηριδανος λεγομενος, εχει πλειστας εξ Αλπεων πηγας· καταφερεται δ' εις τα πεδια, ποιεομενος την ρυσιν επι μεσημβριαν· ποιεει δε την εκβολην εις τους κατα τον Ακριαν κολπους. Αγει δε πληθος υδατος ουδενος ελαττον των κατα την Ιταλιαν ποταμων· παντων γαρ μεγιστος εστι, και πλειστην γην διερχεται. Ευρουστατω δε και καλλιστω ρευματι φερεται περι Κυνος επιτολην, αυξανομενος υπο του πληθους των χιονων. Αναπλεεται δ' εκ θαλασσης εως μηκους πορρωτατου, και πλοιοις ου μεγαλοις ευπορωτατος εστι. Πλατυνεται επι τω στοματι λιμην, ουδενος των κατα τον Αδριαν ορμων ηττων παρεχομενος ασφαλειαν τοις εν αυτω καθορμιζομενοις.


La traduzione è visibile ai soli utenti Registrati

Seguici