Ercole e Busiride

Inserito in Varie.

Μετα πολλα και λαμπρα αθλα εκ της Λιβυης Ηρακλης και εις την Αιγυπτον ηρχετο. Της Αιγυπτου τοτε εβασιλευε Βουσιρις ο Ποσειδωνος. Ο δε ολους τους ξενους εκεισε παρερχομενους συνελαμβανε και εθυεν επι βωμω του πατρος των θεων. Τουτο εποιεε οτι μαντις εκ Κυπρου ερχομενος ελεγε την αφοριαν η τοτε εν τη Αιγυπτω ην, παυεσθαι, εαν ξενον ανδρα οι Αιγυπτιοι κατ'ετος σφαζωσιν. Ο βουσιρις ουν πρωτον μεν τον μαντιν εσφαζεν, εκ δε τοτε ολους τους ξενους παραγιγνομενους ες την Αιγυπτον εθυεν. Συλλαμβανομενος τοινυν και Ηρακλης υπο των Αιγυπτιων και στεφομενος, εις την θυσιαν τοις βωμοις προσεφερετο. Ο δε τεως μεν ησυχιαν ειχεν, επειτα δε ες αλκην τρεπομενος τα δεσμα διεκοπτε και τον Βουσιριν συν τω παιδι Αμφιδαμαντι και πολλοις Αιγυπτιοις κατεφονευσεν.


La traduzione è visibile ai soli utenti Registrati

Seguici