Versioni di greco di Andocide tradotte in italiano

L'imputato mette in guardia i giudici contro i falsi accusatori

Αιτουμαι ουν υμας, ω ανδρες, ευνοιαν πλειω παρασχεσθαι εμοι τω απολογουμενω η τοις κατηγοροις, ειδοτας οτι καν εξ ισου ακροασθε, αναγκη τον απολογουμενον ελαττον εχειν. Οι μεν γαρ εκ πολλου χρονου επιβουλευσαντες και συνθεντες, αυτοι ανευ κινδυνων οντες, την κατηγοριαν εποιησαντο· εγω δε μετα δεους και κινδυνου και διαβολης της μεγιστης την απολογιαν ποιουμαι. Εικος ουν υμας εστιν ευνοιαν πλειω παρασχεσθαι εμοι η τοις κατηγοροις. Ετι δε και τοδε ενθυμητεον, οτι πολλοι ηδη πολλα και δεινα κατηγορησαντες παραχρημα εξηλεγχθησαν ψευδομενοι ουτω φανερως ωστε υμας πολυ αν ηδιον δικην λαβειν παρα των κατηγορων η παρα των κατηγορουμενων οι δε αυ, μαρτυρησαντες τα ψευδη αδικως ανθρωπους απολεσαντες, εαλωσαν παρ' υμιν ψευδομαρτυριων, ηνικ' ουδεν ην ετι πλεον τοις πεπονθοσιν. Οποτ' ουν ηδη πολλα τοιαυτα γεγενηται, εικος υμας εστι μηπω τους των κατηγορων λογους πιστους ηγεισθαι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it