Versioni di greco di Teofrasto tradotte in italiano

Il carattere dell'adulatore

Την δε κολακειαν υπολαβοι αν τις ομιλιαν αισχραν ειναι, συμφερουσαν δε τω κολακευοντι, τον δε κολακα τοιουτον τινα, ωστε αμα πορευομενον ειπειν· «Ενθυμη, ως αποβλεπουσι προς σε οι ανθρωποι; τουτο δε ουδενι των εν τη πολει γινεται πλην σοι». «Ηυδοκιμεις χθες εν τη στοα»· πλειονων γαρ η τριακοντα ανθρωπων καθημενων και εμπεσοντος λογου, τις ειη βελτιστος, απ' αυτου αρξαμενους παντας επι το ονομα αυτου κατενεχθηναι...

Traduzione

Il balordo

Εστι δε η αναισθησια, ως ορω ειπειν, βραδυτης ψυχης εν λογοις και πραξεσιν, ο δε αναισθητος τοιουτος τις, οιος λογισαμενος ταις ψηφοις και κεφαλαιον ποιησας ερωταν τον παρακαθημενον: Τι γινεται, και δικην φευγων και ταυτην εισιεναι μελλων επιλαθομενος εις αγρον πορευεσθαι. Και θεωρων εν τω θεατρω μονος καταλειπεσθαι καθευδων. Και πολλα φαγων και της νυκτος επι θακου ανισταμενος αποπλανωμενος υπο κυνος της του γειτονος δηχθηναι. Και λαβων τι και αποθεις αυτος, τουτο ζητειν και μη δυνασθαι ευρειν. Και απαγγελλοντος αυτω, οτι τετελευτηκε τις αυτου των φιλων, ινα παραγενηται, σκυθρωπασας, και δακρυσας...

Traduzione

Il superbo

Εστι δε η υπερηφανια καταφρονησις τις πλην αυτου των αλλων, ο δε υπερηφανος τοιοσδε τις οιος τω σπευδοντι απο δειπνου εντευξεσθαι φασκειν εν τω περιπατειν: και ευ ποιησας μεμνησθαι: και βαδιζων εν ταις οδοις τας διαιτας κρινειν τοις επιτρεψασι: και χειροτονουμενος εξομνυσθαι τας αρχας, ου φασκων σχολαζειν: και προσελθειν προτερος ουδενι θελησαι. Και τους πωλουντας τι η μεμισθωμενους δεινος κελευσαι ηκειν προς αυτον αμ' ημερα και εν ταις οδοις πορευομενος μη λαλειν τοις εντυγχανουσι, κατω κεκυφως, οταν δε αυτω δοξη, ανω παλιν: και εστιων τους φιλους αυτος μη συνδειπνειν, αλλα των υφ' αυτον τινι...

Traduzione

Il diffidente

Εστιν αμελει η απιστια υποληψις τις αδικιας κατα παντων, ο δε απιστος τοιουτος τις οιος, αποστειλας τον παιδα οψωνησοντα, ετερον παιδα πεμπειν τον πευσομενον ποσου επριατο: και φερων αυτος το αργυριον, κατα σταδιον καθιζων αριθμειν ποσον εστιν: και την γυναικα την αυτου ερωταν κατακειμενος ει κεκλεικε την κιβωτον, και ει σεσημανται το κυλικειον, και ει ο μοχλος εις την θυραν την αυλειαν εμβεβληται, και αν εκεινη φη, μηδεν ηττον αυτος αναστας γυμνος εκ των στρωματων και ανυποδητος τον λυχνον αψας ταυτα παντα περιδραμων επισκεψασθαι, και ουτω μολις υπνου τυγχανειν: και τους οφειλοντας αυτω αργυριον...

Traduzione

Il superstizioso

Αμελει η δεισιδαιμονια δοξειεν αν ειναι δειλια προς το δαιμονιον, ο δε δεισιδαιμων τοιουτος τις οιος απονιψαμενος τας χειρας και περιρραναμενος, απο ιερου δαφνην εις το στομα λαβων, ουτω την ημεραν περιπατειν: και την οδον εαν υπερδραμη γαλη μη προτερον πορευθηναι εως αν διεξελθη τις η λιθους τρεις υπερ της οδου διαβαλη και εαν ιδη οφιν εν τη οικια, εαν παρειαν. Σαβαζιον καλειν, εαν δε ιερον, ενταυθα ιερον ευθυς ιδρυσασθαι: και των λιπαρων λιθων των εν ταις τριοδοις παριων εκ της ληκυθου ελαιον καταχειν, και επι γονατα πεσων και προσκυνησας απαλλαττεσθαι: και εαν μυς θυλακον αλφιτων διατραγη,...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it