Versioni di greco di Marco Aurelio tradotte in italiano

Pregare gli dei con nobili intenti

Ητοι ουδεν δυνανται οι θεοι η δυνανται. Ει μεν ουν μη δυνανται, τι ευχη; ει δε δυνανται, δια τι ουχι μαλλον ευχη διδοναι αυτους το μητε φοβεισθαι τι τουτων μητε επιθυμειν τινος τουτων μητε λυπεισθαι επι τινι τουτων, μαλλον ηπερ το μη παρειναι τι τουτων η το παρειναι; παντως γαρ, ει δυνανται συνεργειν ανθρωποις, και εις ταυτα δυνανται συνεργειν. Αλλα ισως ερεις οτι· επ' εμοι αυτα οι θεοι εποιησαν. Ειτα ου κρεισσον χρησθαι τοις επι σοι μετ' ελευθεριας η διαφερεσθαι προς τα μη επι σοι μετα δουλειας και ταπεινοτητος; τις δε σοι ειπεν οτι ουχι και εις τα εφ' ημιν οι θεοι συλλαμβανουσιν; αρξαι γουν...

Traduzione

Il proprio dovere di uomo

Ορθρου, οταν δυσοκνως εξεγειρη, προχειρον εστω οτι επι ανθρωπου εργον εγειρομαι· ετι ουν δυσκολαινω, ει πορευομαι επι το ποιειν ων ενεκεν γεγονα και ων χαριν προηγμαι εις τον κοσμον; η επι τουτο κατεσκευασμαι, ινα κατακειμενος εν στρωματιοις εμαυτον θαλπω; «Αλλα τουτο ηδιον». Προς το ηδεσθαι ουν γεγονας, ολως δε προς πεισιν, ου προς ενεργειαν; ου βλεπεις τα φυταρια, τα στρουθαρια, τους μυρμηκας, τους αραχνας, τας μελισσας το ιδιον ποιουσας, το καθ' αυτας συγκοσμουσας κοσμον; επειτα συ ου θελεις τα ανθρωπικα ποιειν ου τρεχεις επι το κατα την σην φυσιν· «Αλλα δει και αναπαυεσθαι». Δει· φημι καγω·...

Traduzione

Il desiderio di fama

Ο περι την υστεροφημιαν επτοημενος ου φανταζεται οτι εκαστος των μεμνημενων αυτου ταχιστα και αυτος αποθανειται· ειτα παλιν ο εκεινον διαδεξαμενος, μεχρι και πασα η μνημη αποσβη δια απτομενων και σβεννυμενων προιουσα. Υποθου δ' οτι και αθανατοι μεν οι μεμνησομενοι, αθανατος δε η μνημη· τι ουν τουτο προς σε; και ου λεγω, οτι ουδεν προς τον τεθνηκοτα, αλλα προς τον ζωντα τι ο επαινος, πλην αρα δι οικονομιαν τινα; παριης γαρ νυν ακαιρως την φυσικην δοσιν αλλου τινος ουκ εχομενην λογου.

Traduzione

Consigli di vita

Μητε ακουσιος ενεργει μητε ακοινωνητος μητε ανεξεταστος μητε ανθελκομενος· μητε κομψεια την διανοιαν σου καλλωπιζετω· μητε πολυρρημων μητε πολυπραγμων εσο. Ετι δε ο εν σοι θεος εστω προστατης ζωου αρρενος και πρεσβυτου και πολιτικου και Ρωμαιου και αρχοντος, ανατεταχοτος εαυτον, οιος αν ειη τις περιμενων το ανακλητικον εκ του βιου ευλυτος, μητε ορκου δεομενος μητε ανθρωπου τινος μαρτυρος. Ενεστω δε το φαιδρον και το απροσδεες της εξωθεν υπηρεσιας και το απροσδεες ησυχιας, ην αλλοι παρεχουσιν. Ορθον ουν ειναι χρη, ουχι ορθουμενον.

Traduzione

La vita terrena e l'esistenza successiva

Ιπποκρατης πολλας νοσους ιασαμενος αυτος νοσησας απεθανεν. Οι Χαλδαιοι πολλων θανατους προηγορευσαν, ειτα και αυτους το πεπρωμε­νον κατελαβεν. Αλεξανδρος και Πομπηιος και Γαιος Καισαρ, ολας πολεις αρδην τοσαυτακις ανελοντες και εν παραταξει πολλας μυριαδας Ιππεων και πεζων κατακοψαντες, και αυτοι ποτε εξηλθον του βιου. Ηρακλειτος περι της του κοσμου εκπυρωσεως τοσαυτα φυσιολογησας, υδατος τα εντος πληρωθεις, βολβιτω κατακεχρισμενος απεθανεν. Δημοκριτον δε οι φθειρες, Σωκρατην δε αλλοι φθειρες απεκτειναν. Τι ταυτα; Ενεβης, επλευσας, κατηχθης· εκβηθι. Ει μεν εφ' ετερον βιον, ουδεν θεων κενον ουδε...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it