Versioni di greco di Anonimo del Sublime tradotte in italiano

Confronto tra Iperide e Demostene

Αλλ' επειδηπερ, οιμαι, τα μεν θατερου καλα, και ει πολλα ομως αμεγεθη, «καρδιη νηφοντος» αργα, και τον ακροατην ηρεμειν εωντα (ουδεις γουν Υπερειδην αναγινωσκων φοβειται), ο δε ενθεν ελων του μεγαλοφυεστατου και επ' ακρον αρετας συντετελεσμενας, υψηγοριας τονον, εμψυχα παθη, περιουσιαν αγχινοιαν ταχος, ενθα δη κυριον, την απασιν απροσιτον δεινοτητα και δυναμιν - επειδη ταυτα, φημι, ως θεοπεμπτα τινα δωρηματα (ου γαρ ειπειν θεμιτον ανθρωπινα) αθροα εις εαυτον εσπασε, δια τουτο οις εχει καλοις απαντας αει νικα και υπερ ων ουκ εχει, και ωσπερει καταβροντα και καταφεγγει τους απ' αιωνος ρητορας· και θαττον αν τις κεραυνοις φερομενοις αντανοιξαι τα ομματα δυναιτο η αντοφθαλμησαι τοις επαλληλοις εκεινου παθεσιν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it