Versioni di greco di Apollodoro tradotte in italiano

Laomedonte

Συνεβεβηκει δε τοτε κατα μηνιν Απολλωνος και Ποσειδωνος ατυχειν την πολιν. Απολλων γαρ και Ποσειδων την Λαομεδοντος υβριν πειρασαι θελοντες, εικασθεντες ανθρωποις υπεσχοντο επι μισθω τειχιειν το Περγαμον. Τοις δε τειχισασι τον μισθον ουκ απεδιδου. Δια τουτο Απολλων μεν λοιμον επεμψε, Ποσειδων δε κητος αναφερομενον υπο πλημμυριδος, ο τους εν τω πεδιω συνηρπαζεν ανθρωπους. Χρησμων δε λεγοντων απαλλαγην εσεσθαι των συμφορων, εαν προθη Λαομεδων Ησιονην την θυγατερα αυτου τω κητει βοραν, ουτος προυθηκε ταις πλησιον της θαλασσης πετραις προσαρτησας. Ταυτην ιδων εκκειμενην Ηρακλης υπεσχετο σωσειν, ει τας ιππους παρα Λαομεδοντος ληψεται ας Ζευς ποινην της Γανυμηδους αρπαγης εδωκε. Δωσειν δε Λαομεδοντος ειποντος, κτεινας το κητος Ησιονην εσωσε. Μη βουλομενου δε τον μισθον αποδουναι, πολεμησειν Τροια απειλησας ανηχθη.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it