Versioni di greco di Apollodoro tradotte in italiano

Un padre crudele

Ο δε Κρονος τους μεν εκατογχειρας και Κυκλωπας εν τω Ταρταρω παλιν δησας καθειρξε, την δε αδελφην Ρεαν γημας, επειδη Γη τε και Ουρανος εθεσπιωδουν αυτω λεγοντες υπο παιδος ιδιου την αρχην αφαιρεθησεσθαι, κατεπινε τα γεννωμενα. Και πρωτην μεν γεννηθεισαν Εστιαν κατεπιεν, ειτα Δημητραν και Ηραν, μεθ' ας Πλουτωνα και Ποσειδωνα. Οργισθεισα δε επι τουτοις Ρεα παραγινεται μεν εις Κρητην, οπηνικα τον Δια εγκυμονουσα ετυγχανε, γεννα δε εν αντρω της Δικτης Δια. Και τουτον μεν διδωσι τρεφεσθαι Κουρησι τε και ταις Μελισσεως παισι νυμφαις, Αδραστεια τε και Ιδη. Αυται μεν ουν τον παιδα ετρεφον τω της Αμαλθειας γαλακτι, οι δε Κουρητες ενοπλοι εν τω αντρω το βρεφος φυλασσοντες τοις δορασι τας ασπιδας συνεκρουον, ινα μη της του παιδος φωνης ο Κρονος ακουση. Ρεα δε λιθον σπαργανωσασα δεδωκε Κρονω καταπιειν ως τον γεγεννημενον παιδα.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it