Versioni di greco di Apollodoro tradotte in italiano

Giasone monosandalo

Αισονος δε του Κρηθεως και Πολυμηδης της Αυτολυκου Ιασων. Ουτος ωκει εν Ιωλκω, της δε Ιωλκου Πελιας εβασιλευσε μετα Κρηθεα, ω χρωμενω περι της βασιλειας εθεσπισεν ο θεος τον μονοσανδαλον φυλαξασθαι. Το μεν ουν πρωτον ηγνοει τον χρησμον, αυθις δε υστερον αυτον εγνω. Τελων γαρ επι τη θαλασση Ποσειδωνι θυσιαν αλλους τε πολλους επι ταυτη και τον Ιασονα μετεπεμψατο. Ο δε ποθω γεωργιας εν τοις χωριοις διατελων εσπευσεν επι την θυσιαν διαβαινων δε ποταμον Αναυρον εξηλθε μονοσανδαλος, το ετερον απολεσας εν τω ρειθρω πεδιλον. Θεασαμενος δε Πελιας αυτον και τον χρησμον συμβαλων ηρωτα προσελθων, τι αν εποιησεν εξουσιαν εχων, ει λογιον ην αυτω προς τινος φονευθησεσθαι των πολιτων. Ο δε, ειτε επελθον αλλως, ειτε δια μηνιν Ηρας,ιν' ελθοι κακον Μηδεια Πελια (την γαρ Ηραν ουκ ετιμα), «Το χρυσομαλλον δερας», εφη, «προσεταττον αν φερειν αυτω». Τουτο Πελιας ακουσας ευθυς επι το δερας ελθειν εκελευσεν αυτον. Τουτο δε εν Κολχοις ην εν Αρεος αλσει κρεμαμενον εκ δρυος, εφρουρειτο δε υπο δρακοντος αυπνου.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it