Versioni di greco di Apollodoro tradotte in italiano

Gli Argonauti entrano nel Ponto Eusino

Απαλλαγεις δε των Αρπυιων Φινευς μηνυει τον πλουν τοις Αργοναυταις, και περι των Συμπληγαδων υποτιθησι πετρων των κατα θαλασσαν. Ησαν δε πετραι εξαισιαι και δειναι αι Συμπληγαδες, και συνεκρουοντο μεν αλληλαις υπο της των πνευματων βιας, τον δε δια θαλασσης πορον απεκλειον. Εφερετο δε δεινη μεν αιει υπερ αυτων ομιχλη δεινος δε παταγος, ην δε αδυνατον και τοις πετεινοις δι αυτων διερχεσθαι. Λεγει δ' ουν αυτοις ο Φινευς αφειναι πελειαδα δια των πετρων· ει μεν σων ορωσιν αυτην, διαπλειν, ει δ' απολλυται, μη πλειν βιαζεσθαι. Ο μεν γερων υπετιθει, οι δ' Αργοναυται ηκουον· υστερον δε, αμα τω ηλιω, ανηγοντο, και ως πλησιον ησαν των πετρων, αφιασιν εκ της πρωρας πελειαδα· η δε ιπταται και μονα τα ακρα της ουρας το συμπτωμα των πετρων αποκοπτει. Αναχωρειν ουν επιτηρουσιν τας πετρας μετ' ειρεσιας ευτονου, και τη της Ηρας βοηθεια διερχονται· μονα αποκοπτεται τα ακρα των αφλαστων του πλοιου. Αι μεν ουν Συμπληγαδες εκτοτε διεμενον ακινητου.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it