Versioni di greco di Arriano tradotte in italiano

Alessandro prepara la spedizione in Asia

Λεγεται δη Φιλιππος μεν τελευτησαι επι αρχοντος Πυθοδηλου Αθηνησι· παραλαβοντα δε την βασιλειαν Αλεξανδρον, παιδα οντα Φιλιππου, ες Πελοποννησον παρελθειν· ειναι δε τοτε αμφι τα εικοσιν ετη Αλεξανδρον. Ενταυθα ξυναγαγοντα τους Ελληνας, οσοι εντος Πελοποννησου ησαν, αιτειν παρ' αυτων την ηγεμονιαν της επι τους Περσας στρατιας, ηντινα Φιλιππω ηδη εδοσαν και αιτησαντα λαβειν παρ' εκαστων πλην Λακεδαιμονιων· Λακεδαιμονιους δε αποκρινασθαι μη ειναι σφισι πατριον ακολουθειν αλλοις, αλλ' αυτους αλλων εξηγεισθαι. Νεωτερισαι δε αττα και των Αθηναιων την πολιν. Αλλα Αθηναιους γε τη πρωτη εφοδω Αλεξανδρου εκπλαγεντας και πλειονα ετι των Φιλιππω δοθεντων Αλεξανδρω εις τιμην συγχωρησαι. Επανελθοντα δε ες Μακεδονιαν εν παρασκευη ειναι του ες την Ασιαν στολου.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it