Versioni di greco di Cassio Dione tradotte in italiano

Cesare attraversa l'Adriatico di sorpresa

Πομπηιος μεν δη εν τε τη Θεσσαλονικη εχειμαζε και φυλακην ουκ ακριβη των παραθαλασσιων εποιειτο (ουτε γαρ ες την Ιταλιαν ηδη τον Καισαρα εκ της Ιβεριας αφιχθαι ενομιζε, ει τε και παρειη, αλλ' εν γε τω χειμωνι ουχ υπωπτευσεν αυτον τολμησειν τον Ιονιον διαβαλειν), Καισαρ δε ην μεν εν Βρεντεσιω το εαρ αναμενων, πυθομενος δε εκεινον τε πορρω τε οντα και την καταντιπερας Ηπειρον αμελοις τηρουμενην, τον τε καιρον του πολεμου ηρπασε και τw ανειμενω αυτου επεθετο. Μεσουντος γουν του χειμωνος μερει του στρατου απηρεν (ου γαρ ησαν ικαναι νηες ωστε παντας αμα αυτους περασαι), και λαθων τον Βιβουλον τον Μαρκον, ω η θαλασσα φρουρεισθαι προσετετακτο, επεραιωθη προς τα ακρα τα Κεραυνια ονομασμενα· εστι δε εσχατα της Ηπειρου, προς τω στοματι του Ιονιου κολπου. Και ελθων ενταυθα πριν εκπυστος γενεσθαι οτι και πλευσειται, τας ναυς ες το Βρεντεσιον επι τους λοιπους εστειλε· και αυτας ο Βιβουλος ανακομιζομενας εκακωσε, και τινας και ανεδησατο, ωστε τον Καισαρα εργω μαθειν οτι ευτυχεστερον τον πλουν η ευβουλοτερον επεποιητο.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it