Le versioni di greco di Cassio Dione e le traduzioni in italiano

Nerone incendia Roma

Μετα δε ταυτα επεθυμησεν οπερ που αει ηυχετο, την τε πολιν ολην και την βασιλειαν ζων αναλωσαι· τον γουν Πριαμον και αυτος θαυμαστως εμακαριζεν οτι και την πατριδα αμα και την αρχην απολομενας ειδεν. Λαθρα γαρ τινας ως και μεθυοντας η και κακουργουντας τι αλλως διαπεμπων, το μεν πρωτον εν που και δυο και πλειονα αλλα αλλοθι υπεπιμπρα, ωστε τους ανθρωπους εν παντι αποριας γενεσθαι, μητ' αρχην του κακου εξευρειν μητε τελος επαγαγειν δυναμενους αλλα πολλα μεν ορωντας πολλα δε ακουοντας ατοπα. Ουτε γαρ θεασασθαι αλλο τι ην η πυρα πολλα ωσπερ εν στρατοπεδω, ουτε ακουσαι λεγοντων τινων η οτι το και το καιεται· «που;» «πως;» «υπο τινος;» «Βοηθειτε». Θορυβος τε ουν εξαισιος πανταχου παντας κατελαμβανε, και διετρεχον οι μεν τη οι δε τη ωσπερ εμπληκτοι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2023 VersioniDiGreco.it