Versioni di greco di Eschine tradotte in italiano

Eschine si difende accusando

Ουδενα πωποτε των πολιτων, ω ανδρες Αθηναιοι, ουτε γραφην γραψαμενος ουτ' εν ευθυναις λυπησας, αλλ' ως εγωγε νομιζω μετριον εμαυτον προς εκαστα τουτων παρεχων, ορων δε την τε παλιν μεγαλα βλαπτομενην υπο Τιμαρχου τουτουι δημηγορουντος παρα τους νομους, και αυτος ιδια συκοψαντουμενος, εν τι των αισχιστων ηγησαμην ειναι μη βοηθησαι τη τε πολει παση και τοις νομοις και υμιν και εμαυτω: γιγνωσκων δ' αυτον ενοχον οντα οις ολιγω προτερον ηκουσατε αναγιγνωσκοντος του γραμματεως, επηγγειλα αυτω την δοκιμασιαν ταυτηνι. Και, ω ανδρες Αθηναιοι, οι λογοι κατα το εθος λεγομενοι επι τοις δημοσιοις αγωσιν ουκ εισι ψευδεις. Αι γαρ ιδιαι εχθραι πολλα πανυ των κοινων επανορθουσιν. Του μεν ουν ολου αγωνος φανειται ουθ' η πολις αιτια ουσα Τιμαρχω ουθ' οι νομοι ουθ' υμεις ουτ' εγω, αλλ' αυτος ουτος εαυτω.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it