Versioni di greco di Eschine tradotte in italiano

Contro Timarco

αλλ' ου Λακεδαιμονιοι: καλον δ' εστι και τας ξενικας αρετας μιμεισθαι. δημηγορουντος γαρ τινος εν τη των Λακεδαιμονιων εκκλησια, ανδρος βεβιωκοτος μεν αισχρως, λεγειν δ' εις υπερβολην δυνατου, και των Λακεδαιμονιων, ως φασι, κατα την εκεινου γνωμην ψηφιζεσθαι μελλοντων, παρελθων τις των γεροντων, ους εκεινοι και αισχυνονται και δεδιασι, και την της ηλικιας αυτων επωνυμιαν αρχην μεγιστην ειναι νομιζουσι, καθιστασι δ' αυτους εκ των εκ παιδος εις γηρας σωφρονων, τουτων εις, ως λεγεται, παρελθων ισχυρως επεπληξε τοις Λακεδαιμονιοις, και τι τοιουτον κατ' αυτων εβλασφημησεν, ως ου πολυν χρονον την Σπαρτην απορθητον οικησουσι, τοιουτοις εν ταις εκκλησιαις συμβουλοις χρωμενοι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it