Versioni di greco di Giuseppe Flavio tradotte in italiano

La presa di Gerusalemme (I)

Ρωμαιοι δε των τειχων κρατησαντες τας τε σημαιας εστησαν επι των πυργων και μετα κροτου και χαρας επαιανιζον επι τη νικη, πολυ της αρχης κουφοτερον του πολεμου το τελος ευρηκοτες· αναιμωτι γουν του τελευταιου τειχους επιβαντες ηπιστουν, και μηδενα βλεποντες αντι­παλον αληθως ηπορηντο. Εισχυθεντες δε τοις στενωποις ξιφηρεις τους τε καταλαμβανομενους εφονευον ανεδην και των συμφευγοντων τας οικιας αυτανδρους υπεπιμπρασαν. Πολλας δε κεραιζοντες οποτ' ενδον παρελθοιεν εφ' αρπαγην, γενεας ολας νεκρων κατελαμβανον και τα δωματια πληρη των του λιμου πτωματων, επειτα προς την οψιν πεφρικοτες κεναις χερσιν εξηεσαν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it