Versioni di greco di Giuseppe Flavio tradotte in italiano

Tito entra a Gerusalemme

Παρελθων δε Τιτος εισω τα τε αλλα της οχυροτητος την πολιν και των πυργων απεθαυμασεν, ους οι τυραννοι κατα φρενοβλαβειαν απελιπον. Κατιδων γουν το τε ναστον αυτων υψος και το μεγεθος εκαστης πετρας την τε ακριβειαν της αρμονιας, και οσοι μεν ευρος ηλικοι δε ησαν την αναστασιν, «Συν θεω γε επολεμησαμεν», εφη, «και θεος ην ο τωνδε των ερυματων Ιουδαιους καθελων, επει χειρες ανθρωπον η μηχαναι τι προς τουτους τους πυργους δυνανται;». Τοτε μεν ουν πολλα τοιαυτα διελεχθη προς τους φιλους, τους δε των τυραννων δεσμωτας, οσοι κατεληφθησαν εν τοις φρουριοις, ανηκεν. Αυθις δε την αλλην αφανιζων πολιν και τα τειχη κατασκαπτων τουτους τους πυργους κατελιπε μνημειον ειναι της αυτου τυχης, η συστρατιωτιδι χρησαμενος εκρατησε των αλωναι μη δυναμενων.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it