Versioni di greco di Ippocrate tradotte in italiano

Il giuramento di Ippocrate

Ομνυμι Απολλωνα ιητρον, και Ασκληπιον, και Υγειαν, και Πανακειαν, και θεους παντας τε και πασας, ιστορας ποιευμενος, επιτελεα ποιησειν κατα δυναμιν και κρισιν εμην ορκον τηνδε και ξυγγραφην τηνδε· ηγησασθαι μεν τον διδαξαντα με την τεχνην ταυτην ισα γενετησιν εμοισι, και βιου κοινωσασθαι, και χρεων χρηιζοντι μεταδοσιν ποιησασθαι, και γενος το εξ ωυτεου αδελφοις ισον επικρινεειν αρρεσι, και διδαξειν την τεχνην ταυτην, ην χρηιζωσι μανθανειν, ανευ μισθου και ξυγγραφης, παραγγελιης τε και ακροησιος και της λοιπης απασης μαθησιος μεταδοσιν ποιησασθαι υιοισι τε εμοισι, και τοισι του εμε διδαξαντος, και μαθηταισι συγγεγραμμενοισι τε και ωρκισμενοις νομω ιητρικω, αλλω δε ουδενι. Διαιτημασι τε χρησομαι επ' ωφελειη καμνοντων κατα δυναμιν και κρισιν εμην, επι δηλησει δε και αδικιη ειρξειν. Ου δωσω δε ουδενι φαρμακον ουδε αιτηθεις θανασιμον, ουδε υφηγησομαι ξυμβουλιην τοιηνδε· ομοιως δε ουδε γυναικι πεσσον φθοριον δωσω, αγνως δε και οσιως διατηρησω βιον τον εμον και τεχνην την εμην. Ου τεμεω δε ουδε μην λιθιωντας, εκχωρησω δε εργατησιν ανδρασι πρηξιος τησδε. Ες οικιας δε οκοσας αν εσιω, εσελευσομαι επ' ωφελειη καμνοντων, εκτος εων πασης αδικιης εκουσιης και φθοριης, της τε αλλης και αφροδισιων εργων επι τε γυναικειων σωματων και ανδρωων, ελευθερων τε και δουλων. Α δ' αν εν θεραπειη η ιδω, η ακουσω, η και ανευ θεραπηιης κατα βιον ανθρωπων, α μη χρη ποτε εκλαλεεσθαι εξω, σιγησομαι, αρρητα ηγευμενος ειναι τα τοιαυτα. Ορκον μεν ουν μοι τονδε επιτελεα ποιεοντι, και μη ξυγχεοντι, ειη επαυρασθαι και βιου και τεχνης δοξαζομενω παρα πασιν ανθρωποις ες τον αιει χρονον· παραβαινοντι δε και επιορκουντι, ταναντια τοωυτεων.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it