Le versioni di greco di Lisia e le traduzioni in italiano

Persecuzioni dei Trenta

Διαλαβοντες δε τας οικιας εβαδιζον: και εμε ξενους εστιωντα κατελαβον, ος εξελασαντες Πεισωνι με παραδιδοασιν οι δε αλλοι εις το εργαστηριον ελθοντες τα ανδραποδα απεγραφοντο. Εγω δε Πεισωνα μεν ηρωτων ει βουλοιτο με σωσαι χρηματα λαβων: ο δ' εφασκεν, ει πολλα ειη. Ειπον ουν οτι ταλαντον αργυριου ετοιμος ειην δουναι: ο δ' ωμολογησε ταυτα ποιησειν. Ηπισταμην μεν ουν οτι ουτε θεους ουτ' ανθρωπους νομιζει, ομως δ' εκ των παροντων εδοκει μοι αναγκαιοτατον ειναι πιστιν παρ' αυτον λαβειν. Επειδη δε ωμοσεν, εξωλειαν εαυτω και τοις παισιν επαρωμενος, λαβων το ταλαντον με σωσειν, εισελθων εις το δωματιον την κιβωτον ανοιγνυμι: Πεισων δ' αισθομενος εισερχεται, και ιδων τα ενοντα καλει των υπηρετων δυο, και τα εν τη κιβωτω λαβειν εκελευσεν. Επει δε ουχ οσον ωμολογητο ειχεν, ω ανδρες δικασται, αλλα τρια ταλαντα αργυριου και τετρακοσιους κυζικηνους και εκατον δαρεικους και φιαλας αργυρας τετταρας, εδεομην αυτου εφοδια μοι δουναι, ο δ' αγαπησειν με εφασκεν, ει το σωμα σωσω.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it