Versioni di greco di Lisia tradotte in italiano

Eufileto estorce la verità alla serva

Ελθων δε οικαδε εκελευον ακολουθειν μοι την θεραπαιναν εις την αγοραν, αγαγων δ' αυτην ως των επιτηδειων τι να ελεγον οτι εγω παντα ειην πεπυσμενος τα γιγνομενα εν τη οικια· «Σοι ουν» εφην «εξεστι δυοιν οποτερον βουλει ελεσθαι, η μαστιγωθεισαν εις μυλωνα εμπεσειν και μηδεποτε παυσασθαι κακοις τοιουτοις συνεχομενην, η κατειπουσαν απαντα ταληθη μηδεν παθειν κακον, αλλα συγγνωμης παρ' εμου τυχειν των ημαρτημενων. Ψευση δε μηδεν, αλλα παντα ταληθη λεγε». Κακεινη το μεν πρωτον εξαρνος ην, και ποιειν εκελευεν ο τι βουλομαι· ουδεν γαρ ειδεναν επειδη δε εγω εμνησθην Ερατοσθενους προς αυτην, και ειπον οτι ουτος οφοιτων ειη προς την γυναικα, εξεπλαγη ηγησαμενη με παντα ακριβως εγνωκεναι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it