Le versioni di greco di Lisia e le traduzioni in italiano

Invettiva contro un delatore

Μιμνησκετε, ω ανδρες, τα τειχη ως κατεσκαφη, και αι νηες των πολεμιων κτημα εγενοντο, και τα νεωρια καθηρεθη και Λακεδαιμονιοι την ακροπολιν ημων ειχον και η δυναμις απασα της πολεως παρελυθη, ωστε μηδεν διαφερειν της ελαχιστης πολεως την πολιν. Προς δε τουτοις τας Ιδιας ουσιας απεβαλετε, και το τελευταιον συλληβδην απαντες υπο των Τριακοντα εκ της πατριδος εξηλαθητε. Ταυτα οι αγαθοι ανδρες αισθομενοι ουκ ελεγον επιτρεψειν την ειρηνην, ω ανδρες δικασται, ποιησασθαι, ους συ, Αγορατε, βουλομενους αγαθον τι πραξαι τη πολει απεκτεινας, μηνυσας αυτους επιβουλευειν τω πληθει, και αιτιος ει απαντων τη πολει των κακων των εκτοτε γενομενων. Νυν ουν μνησθεντες και των ιδιων εκαστος δυστυχηματων και των κοινων της πολεως, τιμωρεισθε τον αιτιον τουτον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it