Le versioni di greco di Longo Sofista e le traduzioni in italiano

Lamone trova il piccolo Dafni

Πολις εστι της Λεσβου Μιτυληνη, μεγαλη και καλη· διειληπται γαρ ευριποις υπεισρεουσης της θαλασσης, και κεκοσμηται γεφυραις ξεστου και λευκου λιθου. Νομισαις ου πολιν οραν αλλα νησον. Ταυτης της πολεως της Μιτυληνης οσον απο σταδιων διακοσιων αγρος ην ανδρος ευδαιμονος, κτημα καλλιστον ορη θηροτροφα, πεδια πυροφορα· γηλοφοι κληματων, νομαι ποιμνιων· και η θαλασσα προσεκλυζεν ηιονι εκτεταμενη ψαμμου μαλθακης. Εν τωδε τω αγρω νεμων αιπολος, Λαμων τουνομα, παιδιον ευρεν υπο μιας των αιγων τρεφομενον. Δρυμος ην και λοχμη βατων και κιττος επιπλανωμενος και ποα μαλθακη, καθ' ης εκειτο το παιδιον. Ενταυθα η αιξ θεουσα συνεχες αφανης εγινετο πολλακις και τον εριφον απολιπουσα τω βρεφει παρεμενε. Φυλαττει τας διαδρομας ο Λαμων οικτειρας αμελουμενον τον εριφον, και μεσημβριας ακμαζουσης κατ' ιχνος ελθων ορα την μεν αιγα πεφυλαγμενως περιβεβηκυιαν, μη ταις χηλαις βλαπτοι πατουσα, το δε ωσπερ εκ μητρωας θηλης την επιρροην ελκον του γαλακτος.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it