Le versioni di greco di Longo Sofista e le traduzioni in italiano

Strana scoperta di un pastore

Εν αγρω νεμων αιπολος παιδιον ευρεν υπο μιας των αιγων τρεφομενον. Δρυμος ην και λοχμη βατων, και κιττος επιπλανωμενος, και ποα μαλθακη, καθ' ης εκειτο το παιδιον. Ενταυθ' η αιξ θεουσα συνεχες, αφανης εγινετο πολλακις, και τον εριφον απολιπουσα τω βρεφει παρεμενε. Φυλαττει τας διαδρομας ο αιπολος, οικτειρας αμελουμενον τον εριφον, και μεσημβριας ακμαζουσης κατ' ιχνος ελθων, ορα την μεν αιγα πεφυλαγμενως περιβεβηκυιαν, μη ταις χηλαις βλαπτοι πατουσα το βρεφος, το δε ωσπερ εκ μητρωας θηλης την επιρροην ελκον του γαλακτος. Θαυμασας, ωσπερ εικος ην, προσεισιν εγγυς και ευρισκει παιδιον αρρεν, μεγα και καλον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it