Le versioni di greco di Longo Sofista e le traduzioni in italiano

Il ritrovamento di Dafni (II)

Το μεν ουν πρωτον εβουλευσατο μονα τα γνωρισματα βαστασας αμελησαι του βρεφους: επειτα αιδεσθεις ει μηδε αιγος φιλανθρωπιαν μιμησεται, νυκτα φυλαξας κομιζει παντα προς την γυναικα Μυρταλην, και τα γνωρισματα και το παιδιον και την αιγα αυτην. Της δε εκπλαγεισης ει παιδια τικτουσιν αιγες, παντα αυτη διηγειται, πως ευρεν εκκειμενον, πως ειδε τρεφομενον, πως ηδεσθη καταλιπειν αποθανουμενον. Δοξαν κακεινη, τα μεν συνεκτεθεντα κρυπτουσι, το δε παιδιον αυτων νομιζουσι, τη δε αιγι την τροφην επιτρεπουσιν. Ως ο αν και τουνομα του παιδιου ποιμενικον δοκοιη, Δαφνιν αυτον εγνωσαν καλειν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it