Le versioni di greco di Longo Sofista e le traduzioni in italiano

Dafni e Cloe crescono

Τουτο το οναρ ιδοντες ηχθοντο μεν ει ποιμενες εσοιντο και αιπολοι οι τυχην εκ σπαργανων επαγγελλομενοι κρειττονα - δι ην αυτους και τροφαις αβροτεραις ετρεφον και γραμματα επαιδευον και παντα οσα καλα ην επ' αγροικιας, εδοκει δε πειθεσθαι θεοις περι των σωθεντων προνοια θεων. Και κοινωσαντες αλληλοις το οναρ και θυσαντες τω τα πτερα εχοντι παιδιω παρα ταις Νυμφαις - το γαρ ονομα λεγειν ουκ ειχον - ως ποιμενας εκπεμπουσιν αυτους αμα ταις αγελαις, εκδιδαξαντες εκαστα· πως δει νεμειν προ μεσημβριας, πως επινεμειν κοπασαντος του καυματος: ποτε αγειν επι ποτον, ποτε απαγειν επι κοιτον· επι τισι καλαυροπι χρηστεον, επι τισι φωνη μονη. Οι δε μαλα χαιροντες ως αρχην μεγαλην παρελαμβανον και εφιλουν τας αιγας και τα προβατα μαλλον η ποιμεσιν εθος, η μεν ες ποιμνιον αγουσα της σωτηριας την αιτιαν, ο δε μεμνημενος ως εκκειμενον αυτον αιξ ανεθρεψεν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it