Le versioni di greco di Luciano e le traduzioni in italiano

Sull'amicizia

Υμεις γαρ μοι δοκειτε τους μεν περι φιλιας λογους αμεινον αλλων αν ειπειν δυνασθαι, ταργα δε αυτης ου μονον ου κατ' αξιαν των λογων εκμελεταν, αλλ' αποχρη υμιν επαινεσαι τε αυτην και δειξαι ηλικον αγαθον εστιν εν δε ταις χρειαις προδοντες τους λογους δραπετευετε ουκ οιδ' οπως εκ μεσων των εργων. Και οποταν υμιν οι τραγωδοι τας τοιαυτας φιλιας επι την σκηνην αναβιβασαντες δεικνυωσιν επαινειτε και επικροτειτε και κινδυνευουσιν αυτοις υπερ αλληλων οι πολλοι και επιδακρυετε, αυτοι δε ουδεν αξιον επαινου υπερ των φιλων παρεχεσθαι τολματε, αλλ' ην του φιλος δεηθεις τυχη, αυτικα μαλα ωσπερ τα ονειρατα οιχονται υμιν εκποδων αποπταμεναι αι πολλαι εκει ναι τραγωδιαι, τοις κενοις τουτοις και κωφοις προσωπειοις εοικοτας υμας απολιπουσαι, α διηρμενα το στομα και παμμεγεθες κεχηνοτα ουδε το σμικροτατον φθεγγεται. Ημεις δε εμπαλιν οσω γαρ δη λειπομεθα εν τοις περι φιλιας λογοις, τοσουτον εν τοις εργοις αυτης πλεονεκτουμεν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it