Le versioni di greco di Luciano e le traduzioni in italiano

Metamorfosi di Lucio

Εγω εδεομην της Παλαιστρας πτερωσαι καμε και χρισασαν εξ εκεινου του φαρμακου εασαι πετεσθαι με· ηβουλομην γαρ πειρα μαθειν ει μεταμορφωθεις εκ του ανθρωπου και την ψυχην ορνις εσομαι. Η δε το δωματιον υπανοιξασα κομιζει την πυξιδα. Εγω δε σπευδων ηδη, αποδυσας, χριω ολον εμαυτον, και ορνις μεν ου γινομαι ο δυστυχης, αλλα μοι ουρα οπισθεν εξηλθε, και οι δακτυλοι παντες ωχοντο ουκ οιδ' οποι· ονυχας δε τους παντας τεσσαρας ειχον, και τουτους ουδεν αλλο η οπλας, και μοι αι χειρες και οι ποδες κτηνους ποδες εγενοντο, και τα ωτα δε μακρα και το προσωπον μεγα. Επει δε κυκλω περιεσκοπουν, εμαυτον εωρων ονον, φωνην δε ανθρωπου ουκετι ειχον. Το δε χειλος εκτεινας κατω και αυτω δη τω σχηματι ως ονος υποβλεπων ητιωμην αυτην, ονος αντι ορνιθος γενομενος. Πολλα μεμψαμενος την Παλαιστραν επι τη αμαρτια απηειν ενθα ηπισταμην εστωτα τον εμαυτου ιππον.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it