Versioni di greco di Plotino tradotte in italiano

Definizione di Bene

Νυν δε λεγεσθω, τις η του αγαθου φυσις, καθ' οσον τοις παρουσι λογοις προσηκει. Εστι δε τουτο, εις ο παντα ανηρτηται και ου παντα τα οντα εφιεται αρχην εχοντα αυτο κακεινου δεομενα· το δ' εστιν ανενδεες, ικανον εαυτω, μηδενος δεομενον, μετρον παντων και περας, δους εξ αυτου νουν και ουσιαν και ψυχην και ζωην και περι νουν ενεργειαν. Και μεχρι μεν τουτου καλα παντα· αυτος τε γαρ υπερκαλος και επεκεινα των αριστων βασιλευων εν τω νοητω, νου εκεινου οντος ου κατα νουν, ον οιηθειη αν τις κατα τους παρ' ημιν λεγομενους νους ειναι τους εκ προτασεων συμπληρουμενους και των λεγομενων συνιεναι δυναμενους λογιζομενους τε και του ακολουθου θεωριαν ποιουμενους ως εξ ακολουθιας τα οντα θεωμενους ως προτερον ουκ εχοντας, αλλα κενους ετι πριν μαθειν οντας, καιτοι νους οντας.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it