Versioni di greco di Plutarco tradotte in italiano

Ultimi istanti della vita di Antonio (I)

Γνους ουν οτι ζη, προθυμως εκελευσεν αρασθαι τοις υπηρεταις το σωμα, και δια χειρων προσεκομισθη ταις θυραις του οικηματος. Η δε Κλεοπατρα τας μεν θυρας ουκ ανεωξεν, εκ δε θυριδων τινων φανεισα σειρας και καλωδια καθιει, και τουτοις εναψαντων τον Αντωνιον ανειλκεν αυτη και δυο γυναικες, ας μονας εδεξατο μεθ' αυτης εις τον ταφον. Ουδεν εκεινου λεγουσιν οικτροτερον γενεσθαι οι παραγενομενοι θεαμα. Πεφυρμενος γαρ αιματι και δυσθανατων ειλκετο, τας χειρας ορεγων εις εκεινην και παραιωρουμενος. Ου γαρ ην γυναικι ραδιον το εργον, αλλα μολις η Κλεοπατρα ταιν χεροιν εμπεφυκυΤα και κατατεινομενη τω προσωπω τον δεσμον ανελαμβανεν, επικελευομενων των κατωθεν αυτη και συναγωνιωντων.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it