Versioni di greco di Plutarco tradotte in italiano

Differenti versioni sulla morte di Cleopatra

Λεγεται δε την ασπιδα κομισθηναι συν τοις συκοις εκεινοις και τοις θριοις ανωθεν επικαλυφθει σαν ουτω γαρ την Κλεοπατραν κελευσαι, μηδ' αυτης επισταμενης τω σωματι προσπεσειν το θηριον ως δ' αφαιρουσα των συκων ειδεν, ειπειν· «Ενταυθ' ην αρα τουτο». Και τον βραχιονα παρασχειν τω δηγματι γυμνωσασαν. Οι δε τηρεισθαι μεν εν υδρια την ασπιδα καθειργμενην φασκουσιν, ηλακατη δε τινι χρυση της Κλεοπατρας εκκαλουμενης αυτην και διαγριαινουσης, ορμησασαν εμφυναι τω βραχιονι. Το δ' αληθες ουδεις οιδεν επει και φαρμακον αυτην ελεχθη ψορειν εν κνηστιδι κοιλη, την δε κνηστιδα κρυπτειν τη κομη· πλην ουτε κηλις εξηνθησε του σωματος ουτ' αλλο φαρμακου σημειον. Ου μην ουδε το θηριον εντος ωφθη, συρμους δε τινας αυτου παρα θαλασσαν, η το δωματιον αφεωρα και θυριδες ησαν, ιδειν εφασκον ενιοι δε και τον βραχιονα της Κλεοπατρας οφθηναι δυο νυγμας εχοντα λεπτας και αμυδρας.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it