Le versioni di greco di Senofonte e le traduzioni in italiano

Trasibulo compie una sortita da File

Ο δε Θρασυβουλος, ηδη συνειλεγμενων εις την Φυλην περι επτακοσιους, λαβων αυτους καταβαινει της νυκτος· θεμενος δε τα οπλα οσον τρια η τετταρα σταδια απο των φρουρων ησυχιαν ειχεν. Επει δε πρυς ημεραν εγιγνετο, και ηδη ανισταντο οποι εδειτο εκαστος απο των οπλων, και οι ιπποκομοι ψηχοντες τους ιππους ψοφον εποιουν, εν τουτω αναλαβοντες οι περι Θρασυβουλον τα οπλα δρομω προσεπιπτον και εστι μεν ους αυτων κατεβαλον, παντας δε τρεψαμενοι εδιωξαν εξ η επτα σταδια, και απεκτειναν των μεν οπλιτων πλεον η εικοσι και εκατον, των δε ιππεων Νικοστρατον τε τον καλον επικαλουμενον, και αλλους δε δυο, ετι καταλαβυντες εν ταις ευναις. Επαναχωρησαντες δε και τροπαιον στησαμενοι και συσκευασαμενοι οπλα τε οσα ελαβον και σκευη απηλθον επι Φυλης. Οι δε εξ αστεως ιππεις βοηθησαντες των μεν πολεμιων ουδενα ετι ειδον, προσμειναντες δε εως τους νεκρους ανειλοντο οι προσηκοντες ανεχωρησαν εις αστυ.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it