Versioni di greco di Senofonte tradotte in italiano

Ammirevole pietà di Agesilao

Αγησιλαος ιερα μεν και τα εν τοις πολεμιοις εσεβετο, ηγουμενος τους θεους ουχ ηττον εν τη πολεμια χρηναι η εν τη φιλια συμμαχους ποιεισθαι. Ικετας δε θεων ουδε εχθρους εβιαζετο, νομιζων αλογον ειναι τους μεν εξ ιερων κλεπτοντας ιεροσυλους καλειν, τους δε βωμων ικετας αποσπωντας ευσεβεις ηγεισθαι. Εκεινος γε μην υμνων ουποτ' εληγεν ως τους θεους οιοιτο ουδεν ηττον οσιοις εργοις η αγνοις ιεροις ηδεσθαι. Αλλα μην και οποτε ευτυχοιη, ουκ ανθρωπων υπερεφρονει, αλλα θεοις χαριν ηδει. Και θαρρων πλειονα εθυεν η οκνων ηυχετο. Ειθιστο δε φοβουμενος μεν ιλαρος φαινεσθαι, ευτυχων δε πραος ειναι. Των γε μην φιλων ου τους δυνατωτατους αλλα τους προθυμοτατους μαλιστα ησπαζετο. Εμισει δε ουκ ει τις κακως πασχων ημυνετο, αλλ' ει τις ευεργετουμενος αχαριστος φαινοιτο. Εχαιρε δε τους μεν αισχροκερδεις πενητας ορων, τους δε δικαιους πλουσιους ποιων, βουλομενος την δικαιοσυνην της αδικιας κερδαλεωτεραν καθισταναι. Μετ' ολιγων δε μοι εδοκει ανθρωπων ου καρτεριαν την αρετην, αλλ' ευπαθειαν νομιζειν επαινουμενος γουν εχαιρε μαλλον η χρηματα κτωμενος.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it