Versioni di greco di Senofonte tradotte in italiano

Gli efori spartani

Εφοροι ουν ικανοι μεν εισι ζημιουν ον αν βουλωνται, κυριοι δ' εκπραττειν παραχρημα, κυριοι δε και αρχοντας μεταξυ καταπαυσαι και ειρξαι γε και περι της ψυχης εις αγωνα καταστησαι. Τοσαυτην δε εχοντες δυναμιν ουχ ωσπερ αι αλλαι πολεις εωσι τους αιρεθεντας αει αρχειν το ετος οπως αν βουλωνται, αλλ' ωσπερ οι τυραννοι και οι εν τοις γυμνικοις αγωσιν επισταται, ην τινα αισθανονται παρανομουντα τι, ευθυς παραχρημα κολαζουσι. Πολλων δε και αλλων οντων μηχανηματων καλων τω Λυκουργω εις το πειθεσθαι τοις νομοις εθελειν τους πολιτας, εν τοις καλλιστοις και τουτο μοι δοκει ειναι, οτι ου προτερον απεδωκε τω πληθει τους νομους πριν ελθων συν τοις κρατιστοις εις Δελφους επηρετο τον θεον ει λωον και αμεινον ειη τη Σπαρτη πειθομενη οις αυτος εθηκε νομοις. Επει δε ανειλε τω παντι αμεινον ειναι, τοτε απεδωκεν, ου μονον ανομον αλλα και ανοσιον θεις το πυθοχρηστοις νομοις μη πειθεσθαι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it