Versioni di greco di Senofonte tradotte in italiano

Leggi persiane

Επαιδευθη γε μην εν Περσων νομοις· ουτοι δε δοκουσιν οι νομοι αρχεσθαι του κοινου αγαθου επιμελουμενοι ουκ ενθενπερ εν ταις πλεισταις πολεσιν αρχονται. Αι μεν γαρ πλεισται πολεις αφεισαι παιδευειν οπως τις εθελει τους εαυτου παιδας, και αυτους τους πρεσβυτερους οπως εθελουσι διαγειν, επειτα προσταττουσιν αυτοις μη κλεπτειν μηδε αρπαζειν, μη βια εις οικιαν παριεναι, μη παιειν ον μη δικαιον, μη μοιχευειν, μη απειθειν αρχοντι, και ταλλα τα τοιαυτα ωσαυτως· ην δε τις τουτων τι παραβαινη, ζημιαν αυτοις επεθεσαν. Οι δε Περσικοι νομοι προλαβοντες επιμελονται οπως την αρχην μη τοιουτοι εσονται οι πολιται οιοι πονηρου τινος η αισχρου εργου εφιεσθαι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it