Versioni di greco di Senofonte tradotte in italiano

Sistemi educativi persiani

Οι μεν δη παιδες εις τα διδασκαλεια φοιτωντες διαγουσι μανθανοντες δικαιοσυνην και λεγουσιν οτι επι τουτο ερχονται ωσπερ παρ' ημιν οτι γραμματα μαθησομενοι. Οι δ' αρχοντες αυτων διατελουσι το πλειστον της ημερας δικαζοντες αυτοις. Γιγνεται γαρ δη και παισι προς αλληλους ωσπερ ανδρασιν εγκληματα και κλοπης και αρπαγης και βιας και απατης και κακολογιας και αλλων οιων δη εικος. Ους δ' αν γνωσι τουτων τι αδικουντας, τιμωρουνται. Κολαζουσι δε και ον αν αδικως εγκαλουντα ευρισκωσι. Δικαζουσι δε και εγκληματος ου ενεκα ανθρωποι μισουσι μεν αλληλους μαλιστα, δικαζονται δε ηκιστα, αχαριστιας, και ον αν γνωσι δυναμενον μεν χαριν αποδιδοναι, μη αποδιδοντα δε, κολαζουσι και τουτον ισχυρως.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it