Versioni di greco di Senofonte tradotte in italiano

Ordinamento sociale della Persia

Ιυα δε σαφεστερον δηλωθη πασα η Περσων πολιτεια, μικρον επανειμι, νυν γαρ εν βραχυτατω αν δηλωθει η δια τα προειρημενα. Λεγονται μεν γαρ Περσαι αμφι τας δωδεκα μυριαδας ειναι· τουτων δ' ουδεις απεληλαται νομω τιμων και αρχων, αλλ' εξεστι πασι Περσαις πεμπειν τους εαυτων παιδας εις τα κοινα της δικαιοσυνης διδασκαλεια. Αλλ' οι μεν δυναμενοι τρεφειν τους παιδας αργουντας πεμπουσιν, οι δε μη δυναμενοι ου πεμπουσιν. Οι δ' αν παιδευθωσι παρα τοις δημοσιοις διδασκαλοις, εξεστιν αυτοις εν τοις εφηβοις νεανισκευεσθαι, τοις δε μη διαπαι· δευθεισιν ουτως ουκ εξεστιν. Οι δ' αν αυ εν τοις εφηβοις διατελεσωσι τα νομιμα ποιουντες, εξεστι τουτοις εις τους τελειους ανδρας συναλιζεσθαι και αρχων και τιμων μετεχειν, οι δ' αν μη διαγενωνται εν τοις εφηβοις, ουκ εισερχονται εις τους τελειους.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it