Versioni di greco di Senofonte tradotte in italiano

Invito a palazzo

Των γαρ παρ' εαυτω μαλιστα φιλων εκελευσεν αν τινα λαβειν τα του μη φοιτωντος, φασκοντα λαμβανειν τα εαυτου. Επει ουν τουτο γενοιτο, ηκον αν ευθυς οι στερομενοι ως ηδικημενοι. Ο δε Κυρος πολυν μεν χρονον ουκ εσχολαζε τοις τοιουτοις υπακουειν επει δε ακουσειεν αυτων, πολυν χρονον ανεβαλλετο την διαδικασιαν. Ταυτα δε ποιων ηγειτο προσεθιζειν αυτους θεραπευειν, ηττον δε εχθρως η ει αυτος κολαζων ηναγκαζε παρειναι. Εις μεν τροπος διδασκαλιας ην αυτω ουτος του παρει ναι· αλλος δε το τα ραστα και κερδαλεωτατα τοις παρουσι προσταττειν αλλος δε το μηδεν ποτε τοις απουσι νεμειν ο δε δη μεγιστος τροπος της αναγκης ην, ει τουτων μηδεν τις υπακουοι, αφελομενος αν τουτον α εχοι αλλω εδιδου ον ωετο δυνασθαι αν εν τω δεοντι παρειναι· και ουτως εγιγνετο αυτω φιλος χρησιμος αντι αχρηστου.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2022 VersioniDiGreco.it