Versioni di greco di Senofonte tradotte in italiano

La morte di Ciro (II)

Παιοντα δ' αυτον ακοντιζει τις παλτω υπο τον οφθαλμον βιαιως· και ενταυθα μαχομενοι και βασιλευς και Κυρος και οι αμφ' αυτους υπερ εκατερου, οποσοι μεν των αμφι βασιλεα απεθνησκον Κτησιας λεγει· παρ' εκεινω γαρ ην Κυρος δε αυτος τε απεθανε και οκτω οι αριστοι των περι αυτον εκειντο επ' αυτω. Αρταπατης δ' ο πιστοτατος αυτω των σκηπτουχων θεραπων λεγεται, επειδη πεπτωκοτα ειδε Κυρον, καταπηδησας απο του ιππου περιπεσειν αυτω. Και οι μεν φασι βασιλεα κελευσαι τινα επισφαξαι αυτον Κυρω, οι δ' εαυτον επισφαξασθαι σπασαμενον τον ακινακην ειχε γαρ χρυσουν και στρεπτον δ' εφορει και ψελια και ταλλα ωσπερ οι αριστοι Περσων ετετιμητο γαρ υπο Κυρου δι ευνοιαν τε και πιστοτητα.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it