Versioni di greco di Senofonte tradotte in italiano

Il ritorno di Alcibiade (I)

Αλκιβιαδης δε βουλομενος μετα των στρατιωτων αποπλειν οικαδε, ανηχθη ευθυς επι Σαμου: εκειθεν δε λαβων των νεων εικοσιν επλευσεν της Καριας εις τον Κεραμικον κολπον. Εκειθεν δε συλλεξας εκατον ταλαντα ηκεν εις την Σαμον. Θρασυβουλος δε συν τραιακοντα ναυσιν επι Θρακης ωχετο, εκει δε τα τε αλλα χωρια τα προς Λακεδαιμονιους μεθεστηκοτα κατεστρεψατο και Θασον, εχουσαν κακως υπο τε των πολεμων και στασεων και λιμου. Θρασυλλος δε συν τη αλλη στρατια εις Αθηνας κατεπλευσε: πριν δε ηκειν αυτον οι Αθηναιοι στρατηγους ειλοντο Αλκιβιαδην μεν φευγοντα και Θρασυβουλον αποντα, Κονωνα δε τριτον εκ των οικοθεν. Αλκιβιαδης δε εκ της Σαμου εχων τα χρηματα κατεπλευσεν εις Παρον ναυσιν εικοσιν, εκειθεν δ' ανηχθη ευθυ Γυθειου επι κατασκοπην των τριηρων, ας απυνθανετο Λακεδαιμονιους αυτοθι παρασκευαζειν τριακοντα, και του οικαδε καταπλου οπως η πολις προς αυτον εχοι.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it