Versioni di greco di Senofonte tradotte in italiano

Il ritorno di Alcibiade (II)

Επει δε εωρα εαυτω ευνουν ουσαν και στρατηγον αυτον ηρημενον και ιδια μεταπεμπομενους τους επιτηδειους, κατεπλευσεν εις τον Πειραια ημερα η Πλυντηρια ηγεν η πολις, του εδους κατακεκαλυμμενου της Αθηνας, ο τινες οιωνιζοντο ανεπιτηδειον ειναι και αυτω και τη πολει. Αθηναιων γαρ ουδεις εν ταυτη τη ημερα ουδενος σπουδαιου εργου τολμησαι αν αψασθαι. Καταπλεοντος δ' αυτου ο τε εκ του Πειραιως και ο εκ του αστεως οχλος ηθροισθη προς τας ναυς, θαυμαζοντες και ιδειν βουλομενοι τον Αλκιβιαδην, λεγοντες οτι οι μεν ως κρατιστος ειη των πολιτων και μονος απελογηθη ως ου δικαιως φυγοι, επιβουλευθεις δε υπο των ελαττον εκεινου δυναμενων μοχθηροτερον τε λεγοντων και προς το αυτων ιδιον κεδρος πολιτευοντων, εκεινου αει το κοινον αυξοντος και απο των αυτου και απο του της πολεως δυνατου.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it