Versioni di greco di Senofonte tradotte in italiano

Il ritorno di Alcibiade (III)

Αλκιβιαδης δε προς την γην ορμισθεις απεβαινε μεν ουκ ευθυς, φοβουμενος τους εχθρους· επαναστας δε επι του καταστρωματος εσκοπει τους αυτου επιτηδειους, ει παρειησαν. Κατιδων δε Ευρυπτολεμον τον Πεισιανακτος, αυτου δε ανεψιον, και τους αλλους οικειους και τους φιλους μετ' αυτων, τοτε αποβας αναβαινει εις την πολιν μετα των παρεσκευασμενων, ει τις απτοιτο, μη επιτρεπειν. Εν δε τη βουλη και τη εκκλησια απολογησαμενος ως ουκ ησεβηκει, ειπων δε ως ηδικηται, λεχθεντων δε και αλλων τοιουτων και ουδενος αντειποντος δια το μη ανασχεσθαι αν την εκκλησιαν, αναρρηθεις απαντων ηγεμων αυτοκρατωρ, ως οιος τε ων σωσαι την προτεραν της πολεως δυναμιν, προτερον μεν τα μυστηρια των Αθηναιων κατα θαλατταν αγοντων δια τον πολεμον, κατα γην εποιησεν εξαγαγων τους στρατιωτας απαντας.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it