Le versioni di greco di Senofonte e le traduzioni in italiano

Clearco parla alle truppe

I Mercenari greci al seguito di Clearco sospettano che il loro comandante li stia guidando contro il re di Persia e si rifiutano di proseguire, dicendo che non a questo scopo sono stati arruolati. Clearco allora li blandisce, per ottenere il loro appoggio.

Οι στρατιωται ουκ εφασαν ιεναι του προσω· υπωπτευον γαρ ηδη επι βασιλεα ιεναι· μισθωθηναι δε ουκ επι τουτω εφασαν. Κλεαρχος δε τοτε μεν μικρον εξεφυγε μη καταπετρωθηναι, υστερον δ' επει εγνω οτι ου δυνησεται βιασασθαι, συνηγαγεν εκκλησιαν των αυτου στρατιωτων και ελεξε τοιαδε· «Ανδρες στρατιωται, μη θαυμαζετε οτι χαλεπως φερω τοις παρουσι πραγμασιν». Εμοι γαρ ξενος Κυρος εγενετο και με φευγοντα εκ της πατριδος τα τε αλλα ετιμησε και μυριους εδωκε δαρεικους· ους εγω λαβων ουκ εις το ιδιον κατεθεμην εμοι ουδε καθηδυπαθησα, αλλ' εις υμας εδαπανων. Και πρωτον μεν προς τους Θρακας επολεμησα, και υπερ της Ελλαδος ετιμωρουμην μεθ' υμων· επειδη δε Κυρος εκαλει, λαβων υμας επορευομην, ινα ει τι δεοιτο ωφελοιην αυτον ανθ' ων ευ επαθον υπ' εκεινου. Επει δε υμεις ου βουλεσθε συμπορευεσθαι, αναγκη δη μοι η υμας προδοντα τη Κυρον φιλια χρησθαι η προς εκεινον ψευσαμενον μεθ' υμων ειναι. Ει μεν δη δικαια ποιησω ουκ επισταμαι, αιρησομαι δ' ουν υμας και συν υμιν ο τι αν δεη πεισομαι. Και ουποτε ερει ουδεις ως εγω Ελληνας αγαγων εις τους βαρβαρους, προδους τους Ελληνας την των βαρβαρων φιλιαν.


La traduzione è visibile ai soli utenti Registrati

SEGUICI


Copyright © 2011 - 2023 VersioniDiGreco.it