Versioni di greco di Aristotele tradotte in italiano

Le massime

Περι δε γνωμολογιας, ρηθεντος τι εστιν γνωμη μαλιστ' αν γενοιτο φανερον περι ποιων τε και ποτε και τισιν αρμοττει χρησθαι τω γνωμολογειν εν τοις λογοις. Εστι δη γνωμη αποφανσις, ου μεντοι ουτε περι των καθ' εκαστον, οιον ποιος τις Ιφικρατης, αλλα καθολου, ουτε περι παντων, οιον οτι το ευθυ τω καμπυλω εναντιον, αλλα περι οσων αι πραξεις εισι, και α αιρετα η φευκτα εστι προς το πραττειν, ωστ' επει το ενθυμημα ο περι τοιουτων συλλογισμος εστιν, σχεδον τα συμπερασματα των ενθυμηματων και αι αρχαι αφαιρεθεντος του συλλογισμου γνωμαι εισιν, οιον «χρη δ' ου ποθ' οστις αρτιφρων πεφυκ' ανηρ παιδας περισσως...

Traduzione

L'impiego delle favole

Εισι δ' οι λογοι δημηγορικοι, και εχουσιν αγαθον τουτο, οτι πραγματα μεν ευρειν ομοια γεγενημενα χαλεπον, λογους δε ραον ποιησαι γαρ δει ωσπερ και παραβολας, αν τις δυνηται το ομοιον οραν, οπερ ραον εστιν εκ φιλοσοφιας. Ραω μεν ουν πορισασθαι τα δια των λογων, χρησιμωτερα δε προς το βουλευσασθαι τα δια των πραγματων ομοια γαρ ως επι το πολυ τα μελλοντα τοις γεγονοσιν.

Traduzione

La persuasività

Του μεν ουν αυτους ειναι πιστους τους λεγοντας τρια εστι τα αιτια· τοσαυτα γαρ εστι δι α πιστευομεν εξω των αποδειξεων. Εστι δε ταυτα φρονησις και αρετη και ευνοια διαψευδονται γαρ περι ων λεγουσιν η συμβουλευουσιν η δι απαντα ταυτα η δια τουτων τι· η γαρ δι αφροσυνην ουκ ορθως δοξαζουσιν, η δοξαζοντες ορθως δια μοχθηριαν ου τα δοκουντα λεγουσιν, η φρονιμοι μεν και επιεικεις εισιν αλλ' ουκ ευνοι, διοπερ ενδεχεται μη τα βελτιστα συμβουλευειν γιγνωσκοντας, και παρα ταυτα ουδεν. Αναγκη αρα τον απαντα δοκουντα ταυτ' εχειν ειναι τοις ακροωμενοις πιστον.

Traduzione

Oratoria deliberativa e oratoria epidittica

Συμβουλης δε το μεν προτροπη, το δε αποτροπη, αει γαρ και οι Ιδια συμβουλευοντες και οι κοινη δημηγορουντες τουτων θατερον ποιουσιν. Δικης δε το μεν κατηγορια, το δ' απολογια, τουτων γαρ οποτερονουν ποιειν αναγκη τους αμφισβητουντας. Επιδεικτικου δε το μεν επαινος το δε ψογος. Χρονοι δε εκαστου τουτων εισι τω μεν συμβουλευοντι ο μελλων (περι γαρ των εσομενων συμβουλευει η προτρεπων η αποτρεπων), τω δε δικαζομενω ο γενομενος (περι γαρ των πεπραγμενων αει ο μεν κατηγορει, ο δε απολογειται), τω δ' επιδεικτικω κυριωτατος μεν ο παρων (κατα γαρ τα υπαρχοντα επαινουσιν η ψεγουσιν παντες), προσχρωνται...

Traduzione

I tre generi dell'oratoria

Εστιν δε της ρητορικης ειδη τρια τον αριθμον, τοσουτοι γαρ και οι ακροαται των λογων υπαρχουσιν οντες. Συγκειται μεν γαρ εκ τριων ο λογος, εκ τε του λεγοντος και περι ου λεγει και προς ον, και το τελος προς τουτον εστιν, λεγω δε τον ακροατην. Αναγκη δε τον ακροατην η θεωρον ειναι η κριτην, κριτην δε η των γεγενημενων η των μελλοντων. Εστιν δ' ο μεν περι των μελλοντων κρινων ο εκκλησιαστης, ο δε περι των γεγενημενων οιον ο δικαστης, ο δε περι της δυναμεως ο θεωρος, ωστ' εξ αναγκης αν ειη τρια γενη των λογων των ρητορικων, συμβουλευτικον, δικανικον, επιδεικτικον.

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it