Versioni di greco di Diodoro Siculo tradotte in italiano

Presentazione dell'opera

Επει δ' η μεν υποθεσι εχει τελος, αι βιβλοι δε μεχρι του νυν ανεκδοτοι τυγχανουσιν ουσαι, βουλομαι βραχεα προδιορισαι περι ολης της πραγματειας. Των γαρ βιβλων ημιν εξ μεν αι πρωται περιεχουσι τας προ των Τρωικων πραξεις και μυθολογιας, και τουτων αι μεν προηγου­μενοι τρεις τας βαρβαρικας, αι δ' εξης σχεδον τας των Ελληνων αρχαιολογιας· εν δε ταις μετα ταυτας ενδεκα τας απο των Τρωικων κοινας πραξεις αναγεγραφαμεν εως της Αλεξανδρου τελευτης· εν δε ταις εξης εικοσι και τρισι βιβλοις τας λοιπας απασας κατεταξαμεν μεχρι της αρχης του συσταντος πολεμου Ρωμαιοις προς Κελτους, καθ' ον ηγουμενος Γαιος...

Traduzione

La morte di Caronda

Λειπεται δ' ημιν ειπειν υπερ της του Χαρωνδου τελευτης, καθ' ην ιδιον τι και παραδοξον αυτω συνεβη. Επι γαρ την χωραν εξιων μετα ξιφιδιου δια τους ληστας, και κατα την επα­νοδον εκκλησιας συνεστωσης και ταραχης εν τοις πληθεσι, προσεστη πολυπραγμονων τα κατα την στασιν. Νενομοθετηκως δ' ην μηδενα μεθ' οπλου εκκλησιαζειν, και επιλαθομενος οτι το ξιφοςπαρεζωσται, παρεδωκεν εχθροις τισιν αφορμην κατηγοριας. Ων ενος ειποντος «Καταλελυκας τον ιδιον νομον»», «Μα Δί», ειπεν, «αλλα κυριον ποιησω»· και σπασαμενος το ξιφιδιον εαυτον απεσφαξεν. Ενιοι δε των συγγραφεων την πρδξιν ταυτην περιτιθεασι Διοκλει...

Traduzione

Morte di Epaminonda

Επαμεινωνδας δ' ετι ζων εις την παρεμβολην απηνεχθη, και των συγκληθεντων ιατρων αποφηναμενων, οτι παντως, οταν εκ του θωρακος εξαιρεθη το δορυ, συμβησεται και τον θανατον επακολουθησαι, ευψυχοτατην του βιου καταστροφην εποιησατο. Πρωτον μεν γαρ τον υπασπιστην προσκαλεσαμενος επηρωτησεν, ει διασεσωκε την ασπιδα. Του δε φησαντος και θεντος αυτην προ της ορασεως, παλιν επηρωτησε, ποτεροι νενικηκασιν. Αποφαινομενου δε του παιδος οτι Βοιωτοι νενικηκασιν, «Ωρα», φησιν, «εστι τελευταν», και προσεταξεν εκσπασαι το δορυ. Αναβοησαντων δε των παροντων φιλων, και τινος ειποντος οτι «Τελευτας ατεκνος, Επαμεινωνδα»,...

Traduzione

Il bitume del Mar Morto

Η δε Ασφαλτιτις λιμνη κειται κατα μεσην την σατραπειαν της Ιδουμαιας· το δε υδωρ εστι διαπικρον και καθ' υπερβολην δυσωδες, και γαρ μητ' ιχθυς δυναται τρεφειν μητ' αλλο των ζωων υδατοθρεμμονων. Εμβαλλοντων δ' εις αυτην ποταμων μεγαλων και διαφορων οντων τουτων τη της υδατος γλυκυτητι, ομως διαμενει μεν η δυσωδια. Εκ δε μεσης της αυτης λιμνης εκφυσα κατ' ενιαυτον ασφαλτου στερεας μεγεθος· επιπλεουσης δε της ασφαλτου πελαγιας, ο τοπος φαινεται τοις εξ αποστηματος θεωρουσιν οιον τις νησος. Η δ' εκπτωσις επιφαινεται προ τινων ημερων κυκλω γαρ της λιμνης επι πολλους σταδιους οσμη του ασφαλτου προσπιπτει...

Traduzione

Roma interviene per sedare una ribellione

Κατα δε Σικελιαν ηυξετο το κακον, και πολεις ηλισκοντο αυτανδροι και πολλα στρατοπεδα υπο των αποστατων κατεκοπησαν, εως Ρουπιλιος ο Ρωμαιων στρατηγος το Ταυρομενιον ανεσωσατο Ρωμαιοις, καρτερως μεν αυτο πολιορκησας και εις αφατον αναγκην και λιμον τους αποστατας συγκλεισας, ωστε αρξαμενους εκ παιδων βορας και διελθοντας δια γυναικων μηδε της αυτων αλληλοφαγιας μηδ' ολως φεισασθαι· οτε και Κομανον τον αδελφον Κλεωνος φευγοντα εκ της πολιορκουμενης πολεως ειλε. Και το τελευταιον Σαραπιωνος Συρου την ακραν προδοντος, συμπαντων των εν τη πολει δραπετων ο στρατηγος εκυριευσεν ους και αικισαμενος...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it