Versioni di greco di Diodoro Siculo tradotte in italiano

La rivolta servile in Sicilia

Εν τουτω δε Κλεων τις Κιλιξ αλλων δουλων αποστασεως ηρξε. Και παντων ταις ελπισι μετεωρισθεντων ως αντιπολεμησει τα στασιασαντα προς αλληλους και αυτοι εαυτους οι αποσταται διαφθειροντες ελευθερω· σουσι την Σικελιαν της στασεως, παρα δοξαν αλληλοις συνεβησαν, του Κλεωνος υποταγεντος ψιλω του Ευνου προσταγματι και την του στρατηγου οια δη βασιλει χρειαν αποπληρουντος, εχοντος οικειον πληθος στρατιωτων πεντακισχιλιων ημεραι δ' εγγυς ησαν απο της αποστασεως τριακοντα. Και μετα βραχυ εκ Ρωμης ηκοντι στρατηγω Λευκιω Υψαιω, εχοντι στρατιωτας εκ Σικελιας οκτακισχιλιους, εις πολεμον κατασταντες οι αποσταται...

Traduzione

L'inettitudine di Dionigi il Giovane

Κατα την Σικελιαν Διονυσιος, ο των Συρακοσιων τυραννος ο νεωτερος, απρακτος ων και πολυ του πατρος καταδεεστερος, προσεποιειτο δια την απραγιαν ειρηνικος ειναι και πραος τον τροπον. Διοπερ προς Καρχηδονιους διαδεδεγμενος τον πολεμον προς τε τουτους ειρηνην συνεθετο και προς Λευκανους ομοιως διαπολεμησας αργως επι τινα χρονον, και ταις τελευταιαις μαχαις επι του προτερηματος γενομενος, ασμενως προς αυτους κατελυσατο τον πολεμον. Κατα δε την Απουλιαν δυο πολεις εκτισε, βουλομενος ασφαλη τοις πλεουσι τον Ιονιον πορον ποιησαι. Μετα δε ταυτα δους εαυτον εις βιον ειρηνικον εξελυσε μεν των στρατιωτων...

Traduzione

Filippo il Macedone

Ο Φιλιππος του Αμυντου εικοσι μεν και τεσσαρα ετη των Μακεδονων εβασιλευσεν, ελαχισταις δε αφορμαις χρησαμενος μεγιστην των κατα την Ευρωπην δυναστειων κατεσκευασε την ιδιαν βασιλειαν και παραλαβων την Μακεδονιαν δουλευουσαν Ιλλυριοις, πολλων και μεγαλων εθνων και πολεων κυριαν εποιησε, Δια δε την ιδιαν αρετην της μεν Ελλαδος απασης παρελαβε την ηγεμονιαν, εκουσιως των πολεων υποταττομενων. Ιλλυριους δε και Παιονας και Θρακας και Σκυθας καταπολεμησας την Περσων βασιλειαν επεβαλετο καταλυσαι και δυναμεις μεν εις την Ασιαν διαβιβασας τας Ελληνιδας πολεις ηλευθερου, μεσολαβηθεις δ' υπο της πεπρωμενης...

Traduzione

I soprusi dei Trenta

Μετα τον Θηραμενους θανατον οι τριακοντα, τους πλουσιους επιλεγομενοι, τουτοις ψευδεις αιτιας απερριπτουν και φονευοντες τας ουσιας διηρπαζον. Ανειλον δε και Νικηρατον τον Νικιου του στρατηγησαντος επι Συρακοσιους υιον, ανδρα προς απαντας επιεικη και φιλανθρωπον, πλουτω δε και δοξη σχεδον πρωτον παντων Αθηναιων. Ου μην εληγον γε της παρανομιας οι τυραννοι, πολυ δε μαλλον επιτασιν λαμβανουσης της απονοιας των μεν ξενων τους πλουσιοτατους εξηκοντα κατεσφαξαν, οπως των χρηματων κυριευσωσι, των δε πολιτων καθ' ημεραν αναιρουμενων, οι τοις βιοις ευπορουμενοι σχεδον απαντες εφυγον εκ της πολεως. Ανειλον...

Traduzione

Efficacia dell'insegnamento di Pitagora

Επ' αρχοντος Αθηνησι θηρικλεους, κατα την εξηκοστην πρωτην Ολυμπιαδα, Πυθαγορας ο φιλοσοφος εγνωριζετο, προκεκοφως ηδη εν παιδεια γεγονε γαρ ιστοριας αξιος, ει και τις ετερος των περι παιδειαν διατριψαντων. Γεγονε δε Σαμιος το γενος· οι δε φασιν οτι ην Τυρρηνος. Τοσαυτη δ' ην εν τοις αυτου λογοις πειθω και χαρις, ως και της πολεως σχεδον ολης επ' αυτον επιστρεφουσης καθ' ημεραν ωσπερει προς τινος θεου παρουσιαν, απαντας συντρεχειν επι την ακροασιν. Ου μονον δε περι την εν τω λεγειν δυναμιν εφαινετο μεγας, αλλα και ψυχης ενεφαινεν ηθος κατεσταλμενον και προς μιμησιν βιου σωφρονος τοις νεοις θαυμαστον...

Traduzione

SEGUICI


Copyright © 2011 - 2020 VersioniDiGreco.it