Versioni di greco di Apollodoro tradotte in italiano

La saga di Edipo (I)

Μετα δε την Αμφιονος τελευτην Λαιος την βασιλειαν παρελαβε. Και γημας θυγατερα Μενοικεως, ην ενιοι μεν Ιοχαστην ενιοι δε Επιχαστην λεγουσι, χρησαντος του θεου μη γενναν (τον γεννηθεντα γαρ πατροχτονον εσεσθαι) ο δε οινωθεις συνηλθε τη γυναιχι. Και το γεννηθεν εχθειναι διδωσι νομει, περοναις διατρησας τα σφυρα. Αλλ' ουτος μεν εξεθηχεν εις Κιθαιρωνα, Πολυβου δε βουχολοι, του Κορινθιων βασιλεως, το βρεφος ευροντες προς την αυτου γυναικα Περιβοιαν ηνεγκαν. Η δε ανελουσα υποβαλλεται, και θεραπευσασα τα σφυρα Οιδιπουν καλει, τουτο θεμενη το ονομα δια το τους ποδας ανοιδησαι.

Traduzione

Eracle lascia gli Argonauti alla ricerca di Ila

Ενταυθα δε Ηρακλεα και Πολυφημον κατελιπον. Υλας γαρ ο Θειοδαμαντος παις, Ηρακλεους δε ερωμενος, αποσταλεις υδρευσασθαι δια καλλος υπο νυμφων ηρπαγη. Πολυφημος δε ακουσας αυτου βοησαντος, σπασαμενος το ξιφος εδιωκεν, υπο ληστων αγεσθαι νομιζων. Και δηλοι συντυχοντι Ηρακλει. Ζητουντων δε αμφοτερων τον Υλαν η ναυς ανηχθη, και Πολυφημος μεν εν Μυσια κτισας πολιν Κιον εβασιλευσεν, Ηρακλης δε υπεστρεψεν εις Αργος. Ηροδωρος δε αυτον ουδε την αρχην φησι πλευσαι τοτε, αλλα παρ Ομφαλη δουλευειν. Φερεκυδης δε αυτον εν Αφεταις της Θεσσαλιας απολειφθηναι λεγει, της Αργους φθεγξαμενης μη δυνασθαι φερειν...

Traduzione

Il diluvio

Προμηθεως δε παις Δευκαλιων εγενετο. Ουτος βασιλευων των περι την Φθιαν τοπων γαμει Πυρραν την Επιμηθεως και Πανδωρας, ην επλασαν θεοι πρωτην γυναικα. Επει δε αφανισαι Ζευς το χαλκουν ηθελησε γενος, υποθεμενου Προμηθεως Δευκαλιων τεκτηναμενος λαρνακα, και τα επιτηδεια ενθεμενος, εις ταυτην μετα Πυρρας εισεβη. Ζευς δε πολυν υετον απ' ουρανου χεας τα πλειστα μερη της Ελλαδος κατεκλυσεν, ωστε διαφθαρηναι παντας ανθρωπους, ολιγων χωρις οι συνεφυγον εις τα πλησιον υψηλα ορη. Τοτε δε και τα κατα Θεσσαλιαν ορη διεστη, και τα εκτος Ισθμου και Πελοποννησου συνεχυθη παντα. Δευκαλιων δε εν τη λαρνακι δια...

Traduzione

Apollo e Marsia

Απεκτεινε δε Απολλων και τον Ολυμπου παιδα Μαρσυαν. Ουτος γαρ ευρων αυλους, ους ερριψεν Αθηνα δια το την οψιν αυτης ποιειν αμορφον, ηλθεν εις εριν περι μουσικης Απολλωνι. Συνθεμενων δε αυτων ινα ο νικησας ο βουλεται διαθη τον ηττημενον, της κρισεως γινομενης την κιθαραν στρεψας ηγωνιζετο ο Απολλων, και ταυτο ποιειν εκελευε τον Μαρσυαν του δε αδυνατουντος ευρεθεις κρεισσων ο Απολλων, κρεμασας τον Μαρσυαν εκ τινος υπερτενους πιτυος, εκτεμων το δερμα ουτως διεφθειρεν.

Traduzione

Le imprese di Teseo

Θησευς, ως εγενετο τελειος, απωσαμενος την πετραν υφ' η εκειντο, τα πεδιλα και την μαχαιραν Αιγεως του αυτου πατρος αναιρειται, και πεζος ηπειγετο εις τας Αθηνας. Φρουρουμενην δε υπο ανδρων κακουργων την οδον ημερωσε. Πρωτον μεν γαρ Περιφητην εκτεινεν εν Επιδαυρω. Ποδας δε ασθενεις εχων ουτος εφορει κορυνην σιδηραν, δι ης τους παριοντας εκτεινε. Δευτερον δε κτεινει Σινιν, ος Πιτυοκαμπτης επεκαλειτο. Οικων γαρ τον Κορινθιων ισθμον, ηναγκαζε τους παριοντας πιτυν καμπτειν και ανεχεσθαι. Οι δε δια την ασθενειαν ουκ εδυναντο, και υπο των δενδρων επανισταμενων αναρριπτουμενοι πανωλεθρως απωλλυντο....

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it