Versioni di greco di Lisia tradotte in italiano

Per Mantineo (20-21)

Ηδη δε τινων ησθομην, ω βουλη, και δια ταυτα αχθομενων μοι, οτι νεωτερος ων επεχειρησα λεγειν εν τω δημω. Εγω δε το μεν πρωτον ηναγκασθην υπερ των εμαυτου πραγματων δημηγορησαι, επειτα μεντοι και εμαυτω δοκω φιλοτιμοτερον διατεθηναι του δεοντος, αμα μεν των προγονων ενθυμουμενος, οτι ουδεν πεπαυνται τα της πολεως πραττοντες, αμα δε υμας ορων τα γαρ αληθη χρη λεγειν τους τοιουτους μονους αξιους τινος νομιζοντας ειναι: ωστε ορων υμας ταυτην την γνωμην εχοντας τις ουκ αν επαρθειη πραττειν και λεγειν υπερ της πολεως; ετι δε τι αν τοις τοιουτοις αχθοισθε; ου γαρ ετεροι περι αυτων κριται εισιν, αλλ'...

Traduzione

Per Mantineo (17-19)

Ωστ' ει τινες υμων οργιζονται τοις τα μεν της πολεως αξιουσι πραττειν, εκ δε των κινδυνων αποδιδρασκουσιν, ουκ αν δικαιως περι εμου την γνωμην ταυτην εχοιεν: ου γαρ μονον τα προσταττομενα εποιουν προθυμως, αλλα και κινδυνευειν ετολμων. Και ταυτ' εποιουν ουχ ως ου δεινον ηγουμενος ειναι Λακεδαιμονιοις μαχεσθαι, αλλ' ινα, ει ποτε αδικως εις κινδυνον καθισταιμην, δια ταυτα βελτιων υφ' υμων νομιζομενος απαντων των δικαιων τυγχανοιμι. Και μοι αναβητε τουτων μαρτυρες. Των τοινυν αλλων στρατειων και φρουρων ουδεμιας απελειφθην πωτοτε, αλλα παντα τον χρονον διατετελεκα μετα των πρωτων μεν τας εξοδους...

Traduzione

Per Mantineo (14-16)

Συλλεγεντων τοινυν των δημοτων προ της εξοδου, ειδως αυτων ενιους πολιτας μεν χρηστους οντας και προθυμους, εφοδιων δε απορουντας, ειπον οτι χρη τους εχοντας παρεχειν τα επιτηδεια τοις απορως διακειμενοις. Και ου μονον τουτο συνεβουλευον τοις αλλοις, αλλα και αυτος εδωκα δυοιν ανδροιν τριακοντα δραχμας εκατερω, ουχ ως πολλα κεκτημενος, αλλ' ινα παρεδειγμα τουτο τοις αλλοις γενηται. Και μοι αναβητε. Μετα ταυτα τοινυν, ω βουλη, εις Κορινθον εξοδου γενομενης και παντων προειδοτων οτι δεησει κινδυνευειν, ετερων αναδυομενων εγω διεπραξαμην ωστε της πρωτης τεταγμενος μαχεσθαι τοις πολεμιοις: και μαλιστα...

Traduzione

Per Mantineo (12-13)

Ετι δ', ω βουλη, ουδεις αν αποδειξαι περι εμου δυναιτο ουτε δικην αισχραν ουτε γραφην ουτε εισαγγελιαν γεγενημενην: καιτοι ετερους δρατε πολλακις εις τοιουτους αγωνας καθεστηκοτας. Προς τοινυν τας στρατειας και τους κινδυνους τους προς τους πολεμιους σκεψασθε οιον εμαυτον παρεχω τη πολει. Πρωτον μεν γαρ, οτε την συμμαχιαν εποιησασθε προς Βοιωτους και εις Αλιαρτον εδει βοηθειν, υπ' Ορθοβουλου κατειλεγμενος ιππευειν, επειδη παντας εωρων τοις μεν ιππευουσιν ασφαλειαν ειναι δειν νομιζοντας, τις δ' οπλιταις κινουνον ηγουμενους, ετερων αναβαντων επι τους ιππους αδοκιμαστων, παρα τον νομον, εγω προσελθων...

Traduzione

Per Mantineo (9-11)

Περι μεν τοινυν αυτης της αιτιας ουκ οιδ' ο τι δει πλειω λεγειν: δοκει δε μοι, ω βουλη, εν μεν τοις αλλοις αγωσι περι αυτων μονων των κατηγορημενων προσηκειν απολογεισθαι, εν δε ταις δοκιμασιαις δικαιον ειναι παντος του βιου λογον διδοναι. Δεομαι ουν υμων μετ' ευνοιας ακροασασθαι μου, ποιησομαι δε την απολογιαν ως αν δυνωμαι δια βραχυτατων. Εγω γαρ πρωτον μεν ουσιας μοι ου πολλης καταλειφθεισης δια τας συμφορας και τας του πατρος και τας της πολεως, δυο μεν αδελτας εξεδωκα, επιδους τριακοντα μνας εκατερα, προς τον αδελφον δ' ουτως ενειμαμην ωστ' εκεινον πλεον ομολογειν εχειν εμου των πατρωων,...

Traduzione

SEGUICI


Copyright © 2011 - 2021 VersioniDiGreco.it